Seba.Health

Pythian Odes 5.73–84

Pythian Odes 5.73–84
ἀπὸ Σπάρτας ἐπήρατον κλέος· ὅθεν γεγενναμένοι ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι, ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν· πολύθυτον ἔρανον ἔνθεν ἀναδεξάμενοι, Ἄπολλον, τεᾷ, Καρνήϊʼ, ἐν δαιτὶ σεβίζομεν Κυράνας ἀγακτιμέναν πόλιν· ἔχοντι τὰν χαλκοχάρμαι ξένοι Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον, καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον
Read in context →