Seba.Health

Pythian Odes 5.61–72

Pythian Odes 5.61–72
θῆρας αἰνῷ φόβῳ, ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν. καὶ βαρειᾶν νόσων ἀκέσματʼ ἄνδρεσσι καὶ γυναιξὶ νέμει, πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ, ἀπόλεμον ἀγαγὼν ἐς πραπίδας εὐνομίαν, μυχόν τʼ ἀμφέπει μαντήϊον· τῷ καὶ Λακεδαίμονι ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ ἔνασσεν ἀλκ άε ντας Ἡρακλέος ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δʼ ἐμὸν γαρύειν
Read in context →