Seba.Health

Pythian Odes 5.37–48

Pythian Odes 5.37–48
Κρισαῖον λόφον ἄμειψεν ἐν κοιλόπεδον νάπος θεοῦ· τό σφʼ ἔχει κυπαρίσσινον μέλαθρον ἀμφʼ ἀνδριάντι σχεδόν, Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ καθέσσαντο μονόδροπον φυτόν. ἑκόντι τοίνυν πρέπει νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι. Ἀλεξιβιάδα, σὲ δʼ ἠΰκομοι φλέγοντι Χάριτες. μακάριος, ὃς ἔχεις καὶ πεδὰ μέγαν κάματον λόγων φερτάτων
Read in context →