Seba.Health

Pythian Odes 5.25–36

Pythian Odes 5.25–36
παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν· φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων· ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν ἀφίκετο δόμους θεμισκρεόντων· ἀλλʼ ἀρισθάρματον ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις, ἀκηράτοις ἁνίαις ποδαρκέων δωδεκάδρομον τέμενος. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται, ὁπόσα χεριαρᾶν τεκτόνων δαίδαλʼ ἄγων
Read in context →