Seba.Health

Pythian Odes 5.109–120

Pythian Odes 5.109–120
κρέσσονα μὲν ἁλικίας νόον φέρβεται γλῶσσάν τε· θάρσος δὲ τανύπτερος ἐν ὄρνιξιν αἰετὸς ἔπλετο· ἀγωνίας δʼ, ἕρκος οἷον, σθένος· ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας, πέφανταί θʼ ἁρματηλάτας σοφός· ὅσαι τʼ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι, τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν, καὶ τὸ λοιπὸν ὁμοῖα , Κρονίδαι μάκαρες, διδοῖτʼ ἐπʼ ἔργοισιν ἀμφί τε βουλαῖς ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων
Read in context →