Pythian Odes 4.97–108
δεῖμα προσέννεπε· ποίαν γαῖαν, ὦ ξεῖνʼ, εὔχεαι
πατρίδʼ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς
ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν
καταμιάναις εἰπὲ γένναν.
τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις
ὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι
πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.
εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον
οὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν
οἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν
οὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ
Αἰόλῳ καὶ παισί, τιμάν.