Seba.Health

Pythian Odes 4.109–120

Pythian Odes 4.109–120
πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων· τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις, νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν. ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως· Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων. Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα. ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός.
Read in context →