Seba.Health

Pythian Odes 2.73–84

Pythian Odes 2.73–84
καλός. δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν ἔλαχε καρπὸν ἀμώμητον, οὐδʼ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν· οἷα ψιθύρων παλάμαις ἕπετʼ αἰεὶ βροτῷ. ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες, ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι. κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει; ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας. ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει. οὔ οἱ μετέχω θράσεος· φίλον εἴη φιλεῖν· ποτὶ δʼ ἐχθρὸν ἅτʼ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,
Read in context →