Pythian Odes 2.37–48
ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ·
εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν
θυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσαν
Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν,
ἑὸν ὄλεθρον ὅγʼ· ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν.
ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,
μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις·
τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς
ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίου
σφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸς
θαυμαστός, ἀμφοτέροις
ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός.