Seba.Health

Pythian Odes 2.25–36

Pythian Odes 2.25–36
ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν Ἥρας ὅτʼ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον πολυγαθέες· ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον ὦρσεν· τάχα δὲ παθὼν ἐοικότʼ ἀνὴρ ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δʼ ἀμπλακίαι φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς, ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατʼ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον. εὐναὶ δὲ παράτροποι ἐς κακότατʼ ἀθρόαν ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντʼ· ἐπεὶ νεφέλᾳ παρελέξατο,
Read in context →