Seba.Health

Pythian Odes 10.13–24

Pythian Odes 10.13–24
Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις Ἄρεος ὅπλοις· ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν πέτραν κρατησίποδα Φρικίαν. ἕσποιτο μοῖρα καὶ ὑστέραισιν ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν· τῶν δʼ ἐν Ἑλλάδι τερπνῶν λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς, ὃς ἂν χερσὶν ποδῶν ἀρετᾷ κρατήσαις τὰ μέγιστʼ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει,
Read in context →