Seba.Health

Pythian Odes 1.37–48

Pythian Odes 1.37–48
λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν. Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων, ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν. ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς, καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τʼ ἔφυν. ἄνδρα δʼ ἐγὼ κεῖνον αἰνῆσαι μενοινῶν ἔλπομαι μὴ χαλκοπάρᾳον ἄκονθʼ ὡσείτʼ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων, μακρὰ δὲ ῥίψαις ἀμεύσασθʼ ἀντίους· εἰ γὰρ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δʼ ἐπίλασιν παράσχοι. κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις τλάμονι ψυχᾷ παρέμεινʼ, ἁνίχʼ εὑρίσκοντο θεῶν παλάμαις τιμάν,
Read in context →