Seba.Health

Pythian Odes 1.25–36

Pythian Odes 1.25–36
κεῖνο δʼ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν δεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι, οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισʼ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ. εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν, ὃς τοῦτʼ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν γείτονα, Πυθιάδος δʼ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου ἅρμασι. ναυσιφορήτοις δʼ ἀνδράσι πρώτα χάρις ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. δὲ λόγος ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει
Read in context →