Seba.Health

Olympian Odes 9.85–96

Olympian Odes 9.85–96
μίαν ἔργον ἀνʼ ἁμέραν. ἄλλαι δὲ δύʼ ἐν Κορίνθου πύλαις ἐγένοντʼ ἔπειτα χάρμαι, ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον· Ἄργει τʼ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δʼ ἐν Ἀθάναις, οἷον δʼ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων μένεν ἀγῶνα πρεσβυτέρων ἀμφʼ ἀργυρίδεσσιν· φῶτας δʼ ὀξυρεπεῖ δόλῳ ἀπτῶτι δαμάσσαις διήρχετο κύκλον ὅσσᾳ βοᾷ, ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις. τὰ δὲ Παρρασίῳ στρατῷ θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,
Read in context →