Seba.Health

Olympian Odes 9.61–72

Olympian Odes 9.61–72
ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν, μάτρωος δʼ ἐκάλεσσέ νιν ἰσώνυμον ἔμμεν, ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ ἔργοισι. πόλιν δʼ ὤπασεν λαόν τε διαιτᾶν. ἀφίκοντο δέ οἱ ξένοι, ἔκ τʼ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δʼ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται· υἱὸν δʼ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων Αἰγίνας τε Μενοίτιον· τοῦ παῖς ἅμʼ Ἀτρείδαις Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ μόνος, ὅτʼ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισιν
Read in context →