Seba.Health

Olympian Odes 9.49–60

Olympian Odes 9.49–60
νεωτέρων. λέγοντι μὰν χθόνα μὲν κατακλύσαι μέλαιναν ὕδατος σθένος, ἀλλὰ Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας ἄντλον ἑλεῖν. κείνων ἔσαν χαλκάσπιδες ὑμέτεροι πρόγονοι ἀρχᾶθεν Ἰαπετιονίδος φύτλας κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί, πρὶν Ὀλύμπιος ἁγεμὼν θύγατρʼ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις
Read in context →