Seba.Health

Olympian Odes 9.13–24

Olympian Odes 9.13–24
ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγʼ ἐλελίζων κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις καὶ υἱόν, ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν μεγαλόδοξος Εὐνομία, θάλλει δʼ ἀρεταῖσιν σόν τε, Κασταλία, πάρα Ἀλφεοῦ τε ῥέεθρον· ὅθεν στεφάνων ἄωτοι κλυτὰν Λοκρῶν ἐπαείροντι ματέρʼ ἀγλαόδενδρον. ἐγὼ δέ τοι φίλαν πόλιν μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς, καὶ ἀγάνορος ἵππου θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
Read in context →