Seba.Health

Olympian Odes 8.61–72

Olympian Odes 8.61–72
κουφότεραι γὰρ ἀπειράτων φρένες. κεῖνα δὲ κεῖνος ἂν εἴποι ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν. νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων νίκαν τριακοστὰν ἑλών· ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δʼ οὐκ ἀμπλακὼν ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον, πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος γήραος ἀντίπαλον. Ἀΐδα τοι λάθεται
Read in context →