Seba.Health

Olympian Odes 8.37–48

Olympian Odes 8.37–48
γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον, πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον, αὖθι δʼ ἀτυζομένω ψυχὰς βάλον· εἷς δʼ ἀνόρουσε βοάσαις. ἔννεπε δʼ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων· Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται· ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα πεμφθὲν βαρυγδούπου Διός· οὐκ ἄτερ παίδων σέθεν, ἀλλʼ ἅμα πρώτοις ῥάζεται καὶ τερτάτοις. ὣς ἆρα θεὸς σάφα εἴπαις Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων. Ὀρσοτρίαινα δʼ ἐπʼ Ἰσθμῷ ποντίᾳ
Read in context →