Seba.Health

Olympian Odes 8.1–12

Olympian Odes 8.1–12
μᾶτερ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία, δέσποινʼ ἀλαθείας· ἵνα μάντιες ἄνδρες ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου, εἴ τινʼ ἔχει λόγον ἀνθρώπων πέρι μαιομένων μεγάλαν ἀρετὰν θυμῷ λαβεῖν, τῶν δὲ μόχθων ἀμπνοάν· ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς. ἀλλʼ Πίσας εὔδενδρον ἐπʼ Ἀλφεῷ ἄλσος, τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί, ᾧτινι σὸν γέρας ἕσπητʼ ἀγλαόν· ἄλλα δʼ ἐπʼ ἄλλον ἔβαν
Read in context →