Seba.Health

Olympian Odes 7.49–60

Olympian Odes 7.49–60
ἄλσος ἐν ἀκροπόλει· κείνοις μὲν ξανθὰν ἀγαγὼν νεφέλαν πολὺν ὗσε χρυσόν· αὐτὰ δέ σφισιν ὤπασε τέχναν πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν. ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θʼ ὁμοῖα κέλευθοι φέρον· ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει. φαντὶ δʼ ἀνθρώπων παλαιαὶ ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι, φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ, ἁλμυροῖς δʼ ἐν βένθεσιν νᾶσον κεκρύφθαι. ἀπεόντος δʼ οὔτις ἔνδειξεν λάχος Ἀελίου· καί ῥά μιν χώρας ἀκλάρωτον λίπον, ἁγνὸν θεόν.
Read in context →