Seba.Health

Olympian Odes 7.13–24

Olympian Odes 7.13–24
καί νυν ὑπʼ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν ὑμνέων παῖδʼ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον, εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρʼ Ἀλφεῷ στεφανωσάμενον αἰνέσω πυγμᾶς ἄποινα καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ, Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ. ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον, Ἡρακλέος εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δʼ Ἀμυντορίδαι ματρόθεν Ἀστυδαμείας. ἀμφὶ δʼ ἀνθρώπων φρασὶν ἀμπλακίαι
Read in context →