Seba.Health

Olympian Odes 6.97–105

Olympian Odes 6.97–105
λύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων. σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον οἴκοθεν οἴκαδʼ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον, ματέρʼ εὐμήλοιο λείποντʼ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντʼ ἐν χειμερίᾳ νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύʼ ἄγκυραι. θεὸς τῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων. δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις Ἀμφιτρίτας, ἐμῶν δʼ ὕμνων ἄεξʼ εὐτερπὲς ἄνθος.
Read in context →