Seba.Health

Olympian Odes 6.73–84

Olympian Odes 6.73–84
ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει χρῆμʼ ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν. εἰ δʼ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τʼ ἀέθλων Ἀρκαδίαν τʼ εὐάνορα τιμᾷ· κεῖνος, παῖ Σωστράτου, σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν. δόξαν ἔχω τινʼ ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς, μʼ ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς· ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,
Read in context →