Seba.Health

Olympian Odes 6.25–36

Olympian Odes 6.25–36
καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς· πρός Πιτάναν δὲ παρʼ Εὐρώτα πόρον δεῖ σάμερόν μʼ ἐλθεῖν ἐν ὥρᾳ· τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν. κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις· κυρίῳ δʼ ἐν μηνὶ πέμποισʼ ἀμφιπόλους ἐκέλευσεν ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος, ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τʼ Ἀλφεὸν οἰκεῖν· ἔνθα τραφεῖσʼ ὑπʼ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσʼ Ἀφροδίτας. οὐδʼ ἔλαθʼ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.
Read in context →