Seba.Health

Olympian Odes 4.1–12

Olympian Odes 4.1–12
ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ· τεαὶ γὰρ ὧραι ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μʼ ἔπεμψαν ὑψηλοτάτων μάρτυρʼ ἀέθλων. ξείνων δʼ εὖ πρασσόντων ἔσαναν αὐτίκʼ ἀγγελίαν ποτὶ γλυκεῖαν ἐσλοί. ἀλλʼ, Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις, ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου, Οὐλυμπιονίκαν δέκευ Χαρίτων ἕκατι τόνδε κῶμον, χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαι σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων
Read in context →