Seba.Health

Olympian Odes 2.49–60

Olympian Odes 2.49–60
γέρας ἔδεκτο, Πυθῶνι δʼ ὁμόκλαρον ἐς ἀδελφεὸν Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων ἄγαγον. τὸ δὲ τυχεῖν πειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν. μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν, ἀστὴρ ἀρίζηλος, ἐτήτυμον ἀνδρὶ φέγγος· εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον, ὅτι θανόντων μὲν ἐνθάδʼ αὐτίκʼ ἀπάλαμνοι φρένες ποινὰς ἔτισαν, τὰ δʼ ἐν τᾷδε Διὸς ἀρχᾷ ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ λόγον φράσαις ἀνάγκᾳ·
Read in context →