Seba.Health

Olympian Odes 2.1–12

Olympian Odes 2.1–12
ἀναξιφόρμιγγες ὕμνοι, τίνα θεόν, τίνʼ ἥρωα, τίνα δʼ ἄνδρα κελαδήσομεν; ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δʼ ἔστασεν Ἡρακλέης ἀκρόθινα πολέμου· Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμʼ Ἀκράγαντος, εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν· καμόντες οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τʼ ἔσαν ὀφθαλμός, αἰὼν δʼ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων γνησίαις ἐπʼ ἀρεταῖς. ἀλλʼ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων
Read in context →