Seba.Health

Olympian Odes 13.61–72

Olympian Odes 13.61–72
ἐξεύχετʼ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον· ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος πόλλʼ ἀμφὶ κρουνοῖς Πάγασον ζεῦξαι ποθέων ἔπαθεν, πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν Παλλὰς ἤνεγκʼ· ἐξ ὀνείρου δʼ αὐτίκα ἦν ὕπαρ· φώνασε δʼ· εὕδεις, Αἰολίδα βασιλεῦ; ἄγε φίλτρον τόδʼ ἵππειον δέκευ, καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον. κυαναιγὶς ἐν ὄρφνᾳ κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν ἔδοξεν· ἀνὰ δʼ ἐπᾶλτʼ ὀρθῷ ποδί.
Read in context →