Seba.Health

Olympian Odes 13.25–36

Olympian Odes 13.25–36
Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ, καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον· δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας, πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον· ἀντεβόλησεν τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον. δύο δʼ αὐτὸν ἔρεψαν πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν φανέντα· Νέμεά τʼ οὐκ ἀντιξοεῖ. πατρὸς δὲ Θεσσαλοῦ ἐπʼ Ἀλφεοῦ ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,
Read in context →