Seba.Health

Olympian Odes 13.1–12

Olympian Odes 13.1–12
τρισολυμπιονίκαν ἐπαινέων οἶκον ἅμερον ἀστοῖς, ξένοισι δὲ θεράποντα, γνώσομαι τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον. ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές, Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου, χρύσεαι παῖδες εὐβούλου Θέμιτος· ἐθέλοντι δʼ ἀλέξειν Ὕβριν, Κόρου ματέρα θρασύμυθον. ἔχω καλά τε φράσαι, τόλμα τέ μοι εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.
Read in context →