Seba.Health

Olympian Odes 1.37–48

Olympian Odes 1.37–48
ὁπότʼ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον ἐς ἔρανον φίλαν τε Σίπυλον, ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων, τότʼ Ἀγλαοτρίαιναν ἁρπάσαι δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τʼ ἀνʼ ἵπποις ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι, ἔνθα δευτέρῳ χρόνῳ ἦλθε καὶ Γανυμήδης Ζηνὶ τωὔτʼ ἐπὶ χρέος. ὡς δʼ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον, ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων, ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν
Read in context →