Seba.Health

Olympian Odes 1.13–24

Olympian Odes 1.13–24
Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν, ἀγλαΐζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ, οἷα παίζομεν φίλαν ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου λάμβανʼ, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν, ὅτε παρʼ Ἀλφεῷ σύτο, δέμας ἀκέντητον ἐν δρόμοισι παρέχων, κράτει δὲ προσέμιξε δεσπόταν, Συρακόσιον ἱπποχάρμαν βασιλῆα. λάμπει δέ οἱ κλέος ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ·
Read in context →