Seba.Health

Romans 11:9–16

Romans 11:9–16
καὶ Δαυεὶδ λέγει γενηθήτω τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύνκαμψον Λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσιν μὴ γένοιτο ἀλλὰ τῷ αὐτῶν παραπτώματι σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν ἐφ’ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος τὴν διακονίαν μου δοξάζω εἴπως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν εἰ γὰρ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου τίς πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν εἰ δὲ ἀπαρχὴ ἁγία καὶ τὸ φύραμα καὶ εἰ ῥίζα ἁγία καὶ οἱ κλάδοι
Read in context →