Seba.Health

Philippians 3:17–21

Jesus to none · divine
Philippians 3:17–21
Συνμιμηταί μου γίνεσθε ἀδελφοί καὶ σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν νῦν δὲ καὶ κλαίων λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ ὧν τὸ τέλος ἀπώλεια ὧν θεὸς κοιλία καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν οἱ τὰ ἐπίγεια φρονοῦντες ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύνμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα
Read in context →