Seba.Health

Matthew 27:41–48

Jesus to none · divine
Matthew 27:41–48
ὁμοίως οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι βασιλεὺς Ἰσραήλ ἐστιν καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσωμεν ἐπ’ αὐτόν πέποιθεν ἐπὶ τὸν θεόν ῥυσάσθω νῦν εἰ θέλει αὐτόν εἶπεν γὰρ ὅτι θεοῦ εἰμι υἱός τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ λέγων ἡλεὶ ἡλεὶ λεμὰ σαβαχθανεί τοῦτ’ ἔστιν θεέ μου θεέ μου ἱνατί με ἐγκατέλιπες τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἡλείαν φωνεῖ οὗτος καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν
Read in context →