Seba.Health

Matthew 26:57–64

Jesus to none · divine
Matthew 26:57–64
Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν δὲ Πέτρος ἠκολούθει αὐτῷ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν θανατώσουσιν καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων ὕστερον δὲ προσελθόντες δύο εἶπον οὗτος ἔφη δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν αὐτὸν οἰκοδομῆσαι καὶ ἀναστὰς ἀρχιερεὺς εἶπεν αὐτῷ οὐδὲν ἀποκρίνῃ τί οὗτοί σου καταμαρτυροῦσιν δὲ Ἰησοῦς ἐσιώπα καὶ ἀποκριθεὶς ἀρχιερεὺς εἶπεν αὐτῷ ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ Χριστὸς υἱὸς τοῦ θεοῦ λέγει αὐτῷ Ἰησοῦς σὺ εἶπας πλὴν λέγω ὑμῖν ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ
Read in context →