Matthew 23:26–33
Φαρισαῖε τυφλέ καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν
οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας
οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας
οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων
καὶ λέγετε εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν οὐκ ἂν ἤμεθα κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν
ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας
καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν
ὄφεις γεννήματα ἐχιδνῶν πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης