Jesus to none · divine
Matthew 19:17–24
ὁ δὲ εἶπεν αὐτῷ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ εἷς ἐστιν ὁ ἀγαθός εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν τήρησον τὰς ἐντολάς
ποίας φησίν ὁ δὲ Ἰησοῦς εἶπεν τὸ οὐ φονεύσεις οὐ μοιχεύσεις οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις
τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν
λέγει αὐτῷ ὁ νεανίσκος πάντα ταῦτα ἐφύλαξα τί ἔτι ὑστερῶ
ἔφη αὐτῷ ὁ Ἰησοῦς εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι
ἀκούσας δὲ ὁ νεανίσκος ἀπῆλθεν λυπούμενος ἦν γὰρ ἔχων κτήματα πολλά
Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
πάλιν δὲ λέγω ὑμῖν ὅτι εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν