Jesus to none · divine
Matthew 13:33–40
Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον
Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς
ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου Ἡσαίου λέγοντος ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς
Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ
ὁ δὲ ἀποκριθεὶς εἶπεν ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου
ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος τὸ δὲ καλὸν σπέρμα οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ
ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν
ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος