Matthew 13:25–32
ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν
ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν τότε ἐφάνη καὶ τὰ ζιζάνια
προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ κύριε οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ πόθεν οὖν ἔχει ζιζάνια
ὁ δὲ ἔφη αὐτοῖς ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν οἱ δὲ δοῦλοι λέγουσιν αὐτῷ θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά
ὁ δέ φησίν οὔ μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον
ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου
Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ
ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ