Matthew 13:17–24
ἀμὴν λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ ἴδαν καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν
ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος
παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς
ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν
οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται
ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται
ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα
Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ