Seba.Health

Mark 8:25–32

Jesus to none · divine
Mark 8:25–32
εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν δηλαυγῶς ἅπαντα καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων μὴ εἰς τὴν κώμην εἰσέλθῃς Καὶ ἐξῆλθεν Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι οἱ δὲ εἶπαν αὐτῷ λέγοντες ὅτι Ἰωάννην τὸν βαπτιστήν καὶ ἄλλοι Ἡλείαν ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν καὶ αὐτὸς ἐπηρώτα αὐτούς ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ἀποκριθεὶς Πέτρος λέγει αὐτῷ σὺ εἶ Χριστός καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει καὶ προσλαβόμενος Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ
Read in context →