Mark 7:9–17
καὶ ἔλεγεν αὐτοῖς καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε
Μωϋσῆς γὰρ εἶπεν τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου καί ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω
ὑμεῖς δὲ λέγετε ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί κορβᾶν ὅ ἐστιν δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς
οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί
ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε
καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς ἀκούσατέ μου πάντες καὶ σύνετε
οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται κοινῶσαι αὐτόν ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον
Καὶ ὅτε εἰσῆλθεν εἰς τὸν οἶκον ἀπὸ τοῦ ὄχλου ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν