Seba.Health

Mark 4:9–16

Mark 4:9–16
καὶ ἔλεγεν ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω Καὶ ὅτε ἐγένετο κατὰ μόνας ἠρώτουν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς καὶ ἔλεγεν αὐτοῖς ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς πάντα γίνεται ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς καὶ λέγει αὐτοῖς οὐκ οἴδατε τὴν παραβολὴν ταύτην καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε σπείρων τὸν λόγον σπείρει οὗτοι δέ εἰσίν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται λόγος καὶ ὅταν ἀκούσωσιν εὐθὺς ἔρχεται σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν αὐτοῖς καὶ οὗτοί ὁμοίως εἰσίν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν
Read in context →