Seba.Health

Mark 4:17–24

Mark 4:17–24
καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσίν εἶτα γενομένης θλίψεως διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζονται καὶ ἄλλοι εἰσὶν οἱ ἐπί τὰς ἀκάνθας σπειρόμενοι οὗτοί εἰσίν οἱ τὸν λόγον ἀκούσαντες καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συνπνίγουσιν τὸν λόγον καὶ ἄκαρπος γίνεται καὶ ἐκεῖνοί εἰσίν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν Καὶ ἔλεγεν αὐτοῖς ὅτι μήτι ἔρχεται λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ὑπὸ τὴν κλίνην οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ οὐ γάρ ἐστιν τι κρυπτὸν ἐὰν μὴ ἵνα φανερωθῇ οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα ἔλθῃ εἰς φανερόν εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω Καὶ ἔλεγεν αὐτοῖς βλέπετε τί ἀκούετε ἐν μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν
Read in context →