Seba.Health

Mark 15:17–24

Mark 15:17–24
καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν χαῖρε βασιλεῦ τῶν Ἰουδαίων καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσουσιν καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν τόπον ἐστιν μεθερμηνευόμενον κρανίου τόπος καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον ὃς δὲ οὐκ ἔλαβεν καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ
Read in context →