Seba.Health

Mark 15:1–8

Jesus to none · divine
Mark 15:1–8
Καὶ εὐθὺς πρωῒ συμβούλιον ἑτοιμάσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ τῶν γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πειλάτῳ καὶ ἐπηρώτησεν αὐτὸν Πειλᾶτος σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων δὲ ἀποκριθεὶς αὐτῷ λέγει σὺ λέγεις καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά δὲ Πειλᾶτος πάλιν ἐπηρώτα αὐτὸν οὐκ ἀποκρίνῃ οὐδέν ἴδε πόσα σου κατηγοροῦσιν δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τὸν Πειλᾶτον Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο ἦν δὲ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν καὶ ἀναβὰς ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς
Read in context →