Seba.Health

Mark 11:25–33

Jesus to none · divine
Mark 11:25–33
καὶ ὅταν στήκετε προσευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι καὶ ἔλεγον αὐτῷ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς ἐπερωτήσω ὑμᾶς ἕνα λόγον καὶ ἀποκρίθητέ μοι καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων ἀποκρίθητέ μοι καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ διά τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ ἀλλὰ εἴπωμεν ἐξ ἀνθρώπων ἐφοβοῦντο τὸν λαόν ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν οὐκ οἴδαμεν καὶ Ἰησοῦς λέγει αὐτοῖς οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
Read in context →