Seba.Health

Luke 9:49–56

Jesus to none · divine
Luke 9:49–56
Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν ἐπιστάτα εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύσαμεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς μὴ κωλύετε ὃς γὰρ οὐκ ἔστιν καθ’ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ καὶ πορευθέντες εἰσῆλθον εἰς πόλιν Σαμαριτῶν ὥστε ἑτοιμάσαι αὐτῷ καὶ οὐκ ἐδέξαντο αὐτόν ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν κύριε θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην
Read in context →